Safo

Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί
      σας ὐπακούει

καὶ γελαίσ‹ας› ἰμέροεν. τό μ᾽ ἦ μάν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν
ὢς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώνη
      σ᾽ οὖδεν ἔτ᾽ εἴκει.

ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
δ᾽ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμακεν.
ὀππάτεσσι δ᾽ οὖδεν ὄρημμ᾽, ἐπιρρόμ
      βεισι δ᾽ ἄκουαι.

ἀ δέ μ᾽ ἴδρως κακχέεται,τρόμος δέ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης
      φαίνομ᾽ ἔμ᾽ αὔται·

ἀλλὰ πᾶν τόλματον, ἐπεὶ +καὶ πένητα